Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.32 Dem. 45.36 (English) >>Dem. 45.39

45.34ἀλλʼ οὗ ἀνέγνων εἵνεκα, τοῦ τὴν διαθήκην ψευδῆ δεῖξαι, τοῦθʼ ὑμᾶς ἀναμνήσω. γέγραπται γὰρ αὐτόθι, “μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν Φορμίωνι, ἐὰν μὴ ἡμᾶς πείσῃ.” τοῦτο τοίνυν τὸ γράμμα παντελῶς δηλοῖ ψευδῆ τὴν διαθήκην οὖσαν. τίς γὰρ <ἂν> ἀνθρώπων, μὲν ἔμελλεν τραπεζιτεύων οὗτος ἐργάζεσθαι, ταῦθʼ ὅπως ἡμῖν τοῖς αὑτοῦ παισίν, ἀλλὰ μὴ τούτῳ γενήσεται προὐνοήθη, καὶ διὰ τοῦτο μὴ ἐξεῖναι τούτῳ τραπεζιτεύειν ἔγραψεν, ἵνα μὴ ἀφιστῆται ἀφʼ ἡμῶν· δʼ αὐτὸς εἰργασμένος ἔνδον κατέλειπε, ταῦθʼ ὅπως οὗτος λήψεται παρεσκεύασε; 45.35καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι· τὴν δὲ γυναῖκʼ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρʼ ὑμῶν δωρεᾶς, εἶθʼ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλʼ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται; 45.36καίτοι τούτῳ μὲν αὐτὸ τοῦτʼ ἀγαπητὸν ἦν, τὸ τῆς δεσποίνης ἀξιωθῆναι· τῷ πατρὶ δʼ οὐδὲ λαμβάνοντι τοσαῦτα χρήματα, ὅσα φασὶ διδόνθʼ οὗτοι, εὔλογον ἦν πρᾶξαι ταῦτα. ἀλλʼ ὅμως τοῖς εἰκόσι, τοῖς χρόνοις, τοῖς πεπραγμένοις ἐξελέγχεται ψευδῆ, ταῦτα μαρτυρεῖν οὐκ ὤκνησεν οὑτοσὶ Στέφανος.

45.37εἶτα λέγει περιιών, ὡς ἐμαρτύρησε μὲν Νικοκλῆς ἐπιτροπεῦσαι κατὰ τὴν διαθήκην, ἐμαρτύρησε δὲ Πασικλῆς ἐπιτροπευθῆναι κατὰ τὴν διαθήκην. ἐγὼ δʼ αὐτὰ ταῦτʼ οἶμαι τεκμήριʼ εἶναι τοῦ μήτʼ ἐκείνους τἀληθῆ μήτε τούσδε μεμαρτυρηκέναι. γὰρ ἐπιτροπεῦσαι κατὰ διαθήκας μαρτυρῶν δῆλον ὅτι καθʼ ὁποίας ἂν εἰδείη, καὶ ἐπιτροπευθῆναι κατὰ διαθήκας μαρτυρῶν δῆλον ὅτι καθʼ ὁποίας ἂν εἰδείη.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.32 Dem. 45.36 (English) >>Dem. 45.39

Powered by PhiloLogic